Edição: Pe. André Sperandio, hieromonge
| Λειτουργοῦντος ἑνὸς ἱερέως μετὰ
διακόνου, ἢ καὶ χοροστατοῦντος ἀρχιερέως, ὁ διάκονος ἐξέρχεται
ἐκ τοῦ ἱεροῦ Βήματος, καὶ λαβὼν εὐλογίαν παρὰ τοῦ ἱερέως, ἢ παρὰ
τοῦ ἀρχιερέως (ἐὰν χοροστατῇ τοιοῦτος), καὶ προσκυνήσας τρίς,
λέγει:
|
| Εὐλόγησον, δέσποτα. |
| Ὁ ἱερεύς (ἐκφώνως, ὑψῶν ἅμα τὸ
Εὐαγγέλιον καὶ ποιῶν τύπον σταυροῦ):
|
| Εὐλογημένη ἡ
βασιλεία τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν
καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
| Ἀμήν. |
| Ὁ διάκονος (εἰ δὲ οὐκ ἔστι
διάκονος συλλειτουργῶν, ἅπαντα τὰ τοῦ διακόνου, πλὴν τοῦ
Εὐλόγησον Δέσποτα, ἐκφωνεῖ ἔσωθεν τοῦ Βήματος ὁ ἱερεύς):
|
| Ἐν εἰρήνῃ τοῦ Κυρίου
δεηθῶμεν. |
| Κύριε
ἐλέησον. |
|
Ὑπὲρ
τῆς ἄνωθεν εἰρήνης καὶ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου
δεηθῶμεν.
|
|
Κύριε
ἐλέησον. |
|
Ὑπὲρ
τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ
ἐκκλησιῶν καὶ τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν. |
|
Κύριε
ἐλέησον. |
| Ὑπὲρ
τοῦ ἁγίου οἴκου τούτου καὶ τῶν μετὰ πίστεως, εὐλαβείας καὶ φόβου
Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν. |
|
Κύριε
ἐλέησον. |
|
Ὑπὲρ τῶν εὐσεβῶν
καὶ ὀρθοδόξων χριστιανῶν, τοῦ Κυρίου δεηθῶμεν. |
|
Κύριε
ἐλέησον. |
|
Ὑπὲρ
τοῦ Ἀρχιεπισκόπου ἡμῶν (τοῦ δεῖνος), τοῦ τιμίου πρεσβυτερίου,
τῆς ἐν Χριστῷ διακονίας, παντὸς τοῦ κλήρου καὶ τοῦ λαοῦ, τοῦ
Κυρίου δεηθῶμεν. |
|
Κύριε
ἐλέησον. |
|
Ὑπὲρ τοῦ εὐσεβοῦς
ἡμῶν ἔθνους, πάσης ἀρχῆς καὶ ἐξουσίας ἐν αὐτῷ καὶ τοῦ
φιλοχρίστου στρατοῦ τοῦ Κυρίου δεηθῶμεν. |
|
Κύριε
ἐλέησον. |
|
Ὑπὲρ τοῦ
συμπολεμῆσαι καὶ ὑποτάξαι ὑπὸ τὸ κράτος αὐτῶν, πάντα ἐχθρὸν καὶ
πολέμιον, τοῦ Κυρίου δεηθῶμεν. |
|
Κύριε
ἐλέησον. |
|
Ὑπὲρ
τῆς πόλεως (ἢ τῆς ἁγίας Μονῆς, ἢ τῆς χώρας, ἢ τῆς νήσου) ταύτης,
πάσης πόλεως χώρας καὶ τῶν πίστει οἰκούντων ἐν αὐταῖς, τοῦ
Κυρίου δεηθῶμεν. |
|
Κύριε
ἐλέησον. |
|
Ὑπὲρ
εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς γῆς καὶ καιρῶν
εἰρηνικῶν, τοῦ Κυρίου δεηθῶμεν. |
|
Κύριε
ἐλέησον. |
|
Ὑπὲρ
πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καὶ
τῆς σωτηρίας αὐτῶν, τοῦ Κυρίου δεηθῶμεν. |
|
Κύριε
ἐλέησον. |
|
Ὑπὲρ
τοῦ ρυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ
ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν. |
|
Κύριε
ἐλέησον. |
|
Ἀντιλαβοῦ,
σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς ὁ Θεὸς τῇ σῇ χάριτι. |
|
Κύριε
ἐλέησον. |
|
Τῆς
Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν
Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν ἁγίων
μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν
Χριστῷ τῷ Θεῷ παραθώμεθα. |
| Ὑπεραγία
Θεοτόκε, σῶσον ἡμᾶς - Σοὶ Κύριε. |
| Τῶν ἀνωτέρω ὑπὸ τοῦ διακόνου
ἐκφωνουμένων, ὁ ἱερεὺς ἀναγινώσκει μυστικῶς τὴν εὐχὴν τοῦ α΄
Ἀντιφώνου:
|
| Κύριε ὁ Θεὸς ἡμῶν,
οὗ τὸ κράτος ἀνείκαστον καὶ ἡ δόξα ἀκατάληπτος· οὗ τὸ ἔλεος
ἀμέτρητον καὶ ἡ φιλανθρωπία ἄφατος· αὐτός, Δέσποτα, κατὰ τὴν
εὐσπλαγχνίαν σου, ἐπίβλεψον ἐφ' ἡμᾶς καὶ ἐπὶ τὸν ἅγιον οἶκον
τοῦτον, καὶ ποίησον μεθ' ἡμῶν καὶ τῶν συνευχομένων ἡμῖν, πλούσια
τὰ ἐλέη σου καὶ τοὺς οἰκτιρμούς σου. |
| Ὅτι
πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ
καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν
αἰώνων. |
|
Ἀμήν. |
| Καὶ ψάλλει τὸ πρῶτον ἀντίφωνον,
συνοδευόμενον ἀπὸ τὸ ἐφύμνιον: [1] |
| Ταῖς πρεσβείαις τῆς
Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς (τρίς). |
|
Ἔτι
καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. |
|
Κύριε
ἐλέησον. |
| Ἀντιλαβοῦ, σῶσον,
ἐλέησον καὶ διαφύλαξον ἡμᾶς ὁ Θεὸς τῇ σῇ χάριτι. |
|
Κύριε
ἐλέησον. |
|
Τῆς
Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν
Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν ἁγίων
μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν
Χριστῷ τῷ Θεῷ παραθώμεθα. |
|
Ὑπεραγία
Θεοτόκε, σῶσον ἡμᾶς - Σοὶ Κύριε. |
| Τῆς ἀνωτέρω Συναπτῆς ὑπὸ τοῦ
διακόνου ἐκφωνουμένης, ὁ ἱερεὺς ἀναγινώσκει μυστικῶς τὴν εὐχὴν
τοῦ β΄ Ἀντιφώνου:
|
| Κύριε ὁ Θεὸς ἡμῶν,
σῶσον τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου· τὸ πλήρωμα
τῆς ἐκκλησίας σου φύλαξον· ἁγίασον τοὺς ἀγαπῶντας τὴν εὐπρέπειαν
τοῦ οἴκου σου· Σὺ αὐτοὺς ἀντιδόξασον τῇ θεϊκῇ σου δυνάμει καὶ μὴ
ἐγκαταλίπῃς ἡμᾶς τοὺς ἐλπίζοντας ἐπὶ σέ. |
| Ὅτι σὸν
τὸ κράτος καὶ σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ
Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς
τοὺς αἰῶνας τῶν αἰώνων. |
|
Ἀμήν. |
| Καὶ ψάλλει τὸ δεύτερον ἀντίφωνον,
συνοδευόμενον ἀπὸ τὸ ἐφύμνιον:
|
| Σῶσον ἡμᾶς, Υἱὲ
Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς Σοι ἀλληλούϊα (τρίς).
|
Δόξα Πατρὶ καὶ Υἱῷ
καὶ Ἁγίῳ Πνεύματι.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας
τῶν αἰώνων. Ἀμήν. |
| Ὁ Μονογενὴς Υἱὸς καὶ
Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν
ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ
ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε Χριστὲ
ὁ Θεός, θανάτῳ θάνατον πατήσας, εἷς ὢν τῆς Ἁγίας Τριάδος,
συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς. |
|
Ἔτι
καὶ ἔτι... |
|
Ἀμήν. |
|
Ἀντιλαβοῦ,
σῶσον... |
|
Ἀμήν. |
|
Τῆς
Παναγίας ἀχράντου... |
| Ὑπεραγία
Θεοτόκε, σῶσον ἡμᾶς - Σοὶ Κύριε. |
| Τῆς ἀνωτέρω Συναπτῆς
ἐκφωνουμένης, ὁ ἱερεὺς ἀναγινώσκει μυστικῶς τὴν εὐχὴν τοῦ γ'
Ἀντιφώνου: |
| Ὁ τὰς κοινὰς ταύτας
καὶ συμφώνους ἡμῖν χαρισάμενος προσευχάς, ὁ καὶ δυσὶ καὶ τρισί,
συμφωνοῦσιν ἐπὶ τῷ ὀνόματί σου, τὰς αἰτήσεις παρέχειν
ἐπαγγειλάμενος· Αὐτὸς καὶ νῦν τῶν δούλων σου τὰ αἰτήματα πρὸς τὸ
συμφέρον πλήρωσον, χορηγῶν ἡμῖν ἐν τῷ μέλλοντι ζωὴν αἰώνιον
χαριζόμενος. |
| Ὅτι
ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις καὶ σοὶ τὴν δόξαν
ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ
ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
|
Ἀμήν. |
| Καὶ ψάλλει τὸ τρίτον ἀντίφωνον,
συνοδευόμενον ἀπὸ τὸ ἐφύμνιον:
|
| Σῶσον ἡμᾶς, Υἱὲ
Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν (ἢ ὁ ἐν Ἁγίοις θαυμαστός), ψάλλοντάς
σοι· Ἀλληλούϊα. |
ΕΙΣΟΔΟΣ ΤΟΥ ΕΥΑΓΓΕΛΙΟΥ
ΚΑΙ ΙΕΡΑ ΑΝΑΓΝΩΣΜΑΤΑ |
| Ψαλλομένου τοῦ τρίτου ἀντιφώνου γίνεται ἡ μικρὰ Εἴσοδος τοῦ
Εὐαγγελίου. Λαβὼν ὁ ἱερεὺς τὸ Εὐαγγέλιον, δίδωσι τῷ διακόνῳ, καὶ
οὕτως ἐξελθόντες ἀμφότεροι διὰ τοῦ βορείου μέρους,
προπορευομένων αὐτῶν λαμπάδων ἢ καὶ ἑξαπτερύγων, ποιοῦσι τὴν
μικρὰν εἴσοδον, καὶ στάντες ἐν τῷ μέσῳ τοῦ ναοῦ κλίνουσιν
ἀμφότεροιτὰςκεφαλάς·
|
| Τοῦ Κυρίου δεηθῶμεν. |
|
Κύριε
ἐλέησον.
|
| Ὁ ἱερεὺς λέγει μυστικῶς τὴν εὐχὴν
τῆς Εἰσόδου:
|
| Δέσποτα Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ καταστήσας ἐν
οὐρανοῖς τάγματα καὶ στρατιὰς ἀγγέλων καὶ ἀρχαγγέλων, εἰς
λειτουργίαν τῆς σῆς δόξης, ποίησον σὺν τῇ εἰσόδῳ ἡμῶν, εἴσοδον
ἁγίων ἀγγέλων γενέσθαι, συλλειτουργούντων ἡμῖν καὶ
συνδοξολογούντων τὴν σὴν ἀγαθότητα. Ὅτι πρέπει σοι πᾶσα δόξα,
τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι,
νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
| Ὁ διάκονος πρὸς τὸν ἱερέα:
|
| Εὐλόγησον Δέσποτα τὴν ἁγίαν εἴσοδον. |
| Ὁ ἱερεὺς σφραγίζει τὰς ἁγίας
θύρας λέγων:
|
| Εὐλογημένη ἡ εἴσοδος τῶν ἁγίων σου, Κύριε,
πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
|
Ἀμήν. |
| Εἶτα ὁ διάκονος ἀπέρχεται πρὸς τὸν ἱερέα
καὶ ἀσπάζεται τὸ Εὐαγγέλιον, εἰ πάρεστιν· εἰ δὲ μή, ἀσπάζεται
τοῦτο ὁ ἱερεύς. Πληρωθέντος δὲ τοῦ τελευταίου τροπαρίου, ὁ
διάκονος στὰς ἐν τῷ μέσῳ τοῦ ναοῦ, ἔμπροσθεν τοῦ ἱερέως, λέγει
ἐκφώνως:
|
| Σοφία· Ὀρθοί. |
| Ὁ ἱερεὺς καὶ ὁ διάκονος
εἰσέρχονται διὰ τῆς ὡραίας πύλης εἰς τὸ Ἱερόν. Ὁ διάκονος
ἀποτίθησιν ἐπὶ τῆς ἁγίας Τραπέζης τὸ ἱερὸν Εὐαγγέλιον. Ὁ λαὸς
ψάλλει τὸ εἰσοδικόν:
|
| Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. |
| Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν (ἢ ὁ ἐν
Ἁγίοις θαυμαστός), ψάλλοντάς σοι· Ἀλληλούϊα. |
| Οἱ μὲν ἱερεῖς ψάλλουσι τὸ τῆς
ἡμέρας πρῶτον Ἀπολυτίκιον, ὁ δὲ χορὸς τὰ λοιπὰ Ἀπολυτίκια. Εἶτα
τὸ Κοντάκιον τῆς Ἐκκλησιαστικῆς περιόδου.[2]
|
| Τοῦ Κυρίου δεηθῶμεν. |
|
Κύριε ἐλέησον. |
| Ὅτι
ἅγιος εἶ ὁ Θεὸς ἡμῶν καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ
τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεί. |
|
Καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
|
Ἀμήν. |
| Καὶ ψάλλει τὸν τρισάγιον ὕμνον:
|
| Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος,
ἐλέησον ἡμᾶς (τρίς). Ὁ β΄ χορός: Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ
Πνεύματι. Ὁ α΄ χορός: Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν
αἰώνων, Ἀμήν. Ὁ β΄ χορός: Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς. Ὁ
διάκονος: Δύναμις. Ὁ α΄ χορός: Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός,
ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς.[3] |
| Ὁ ἱερεὺς μυστικῶς τὴν εὐχὴν τοῦ
Τρισαγίου:
|
| Ὁ Θεὸς ὁ ἅγιος, ὁ ἐν ἁγίοις ἀναπαυόμενος, ὁ
τρισαγίῳ φωνῇ ὑπὸ τῶν Σεραφεὶμ ἀνυμνούμενος καὶ ὑπὸ τῶν
Χερουβεὶμ δοξολογούμενος καὶ ὑπὸ πάσης ἐπουρανίου δυνάμεως
προσκυνούμενος, ὁ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγὼν τὰ
σύμπαντα· ὁ κτίσας τὸν ἄνθρωπον κατ' εἰκόνα σὴν καὶ ὁμοίωσιν καὶ
παντί σου χαρίσματι κατακοσμήσας· ὁ διδοὺς αἰτοῦντι σοφίαν καὶ
σύνεσιν καὶ μὴ παρορῶν ἁμαρτάνοντα, ἀλλὰ θέμενος ἐπὶ σωτηρίᾳ
μετάνοιαν· ὁ καταξιώσας ἡμᾶς τοὺς ταπεινοὺς καὶ ἀναξίους δούλους
σου καὶ ἐν τῇ ὥρᾳ ταύτῃ στῆναι κατενώπιον τῆς δόξης τοῦ ἁγίου
σου θυσιαστηρίου καὶ τὴν ὀφειλομένην σοι προσκύνησιν καὶ
δοξολογίαν προσάγειν· Αὐτός, Δέσποτα, πρόσδεξαι καὶ ἐκ στόματος
ἡμῶν τῶν ἁμαρτωλῶν τὸν τρισάγιον ὕμνον καὶ ἐπίσκεψαι ἡμᾶς ἐν τῇ
χρηστότητί σου. Συγχώρησον ἡμῖν πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ
ἀκούσιον· ἁγίασον ἡμῶν τὰς ψυχὰς καὶ τὰ σώματα· καὶ δὸς ἡμῖν ἐν
ὁσιότητι λατρεύειν σοι πάσας τὰς ἡμέρας τῆς ζωῆς ἡμῶν·
πρεσβείαις τῆς ἁγίας Θεοτόκου καὶ πάντων τῶν ἁγίων, τῶν ἀπ'
αἰῶνός σοι εὐαρεστησάντων. |
| Ὅτι ἅγιος εἶ ὁ Θεὸς ἡμῶν καὶ σοὶ τὴν
δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν
καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
| Εἶτα ὁ ἱερεὺς καὶ ὁ διάκονος
λέγουσιν ἐναλλὰξ τὸν Τρισάγιον ὕμνον, ποιοῦντες ὁμοῦ τρία
προσκυνήματα μετὰ σταυρῶν ἔμπροσθεν τῆς ἁγίας Τραπέζης. Μετὰ
ταῦτα ὁ διάκονος πρὸς τὸν ἱερέα:
|
| Κέλευσον, Δέσποτα. |
| Ἀπέρχονται εἰς τὴν καθέδραν, ἢ
τὴν Πρόθεσιν, τοῦ ἱερέως λέγοντος:
|
| Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.[4] |
| Καὶ ἐπανερχομένων, ὁ διάκονος:
|
| Εὐλόγησον, Δέσποτα, τὴν ἄνω καθέδραν. |
|
Εὐλογημένος εἶ, ὁ ἐπὶ θρόνου δόξης τῆς βασιλείας σου, ὁ
καθήμενος ἐπὶ τῶν Χερουβείμ, πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
| Μετὰ τὴν συμπλήρωσιν τοῦ
Τρισαγίου ὁ διάκονος, ἐλθὼν ἔμπροσθεν τῶν ἁγίων θυρῶν, λέγει:
|
| Πρόσχωμεν. |
| Ὁ ἀναγνώστης ἐκφωνεῖ τὸν στίχον
τοῦ Προκειμένου καὶ τὴν ἐπιγραφὴν τοῦ ἀποστολικοῦ ἀναγνώσματος. |
|
Σοφία.
Πρόσχωμεν. |
| Καὶ ὁ ἀναγνώστης ἀναγινώσκει τὴν
οἰκείαν περικοπὴν ἐκ τοῦ Ἀποστόλου, τοῦ ὁποίου πληρωθέντος λέγει
ὁ ἱερεύς:
|
| Εἰρήνη σοι τῷ ἀναγινώσκοντι. |
| Ἀλληλούϊα (τρίς).
|
| Ἀναγινωσκομένου δὲ τοῦ Ἀποστόλου,
ὁ μὲν Διάκονος θυμιᾷ κύκλῳ τὴν ἁγίαν Τράπεζαν, τὰς Δεσποτικὰς
εἰκόνας καὶ τὸν λαόν, ἐκ τῶν ὡραίων Πυλῶν, ἢ τὸν Ἀρχιερέα, ὁ δὲ
ἱερεὺς ἀναγινώσκει μυστικῶς πρὸ τῆς ἁγίας Τραπέζης ταύτην τὴν
εὐχήν:
|
| Ἔλλαμψον ἐν ταῖς καρδίαις ἡμῶν, φιλάνθρωπε,
Δέσποτα, τὸ τῆς Σῆς θεογνωσίας ἀκήρατον φῶς, καὶ τοὺς τῆς
διανοίας ἡμῶν διάνοιξον ὀφθαλμοὺς εἰς τὴν τῶν εὐαγγελικῶν Σου
κηρυγμάτων κατανόησιν. Ἔνθες ἡμῖν καὶ τὸν τῶν μακαρίων Σου
ἐντολῶν φόβον, ἵνα τὰς σαρκικὰς ἐπιθυμίας πάσας καταπατήσαντες,
πνευματικὴν πολιτείαν μετέλθωμεν, πάντα τὰ πρὸς εὐαρέστησιν τὴν
Σὴν καὶ φρονοῦντες καὶ πράττοντες. Σὺ γὰρ εἶ ὁ φωτισμὸς τῶν
ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, Χριστὲ ὁ Θεός, καὶ Σοὶ τὴν δόξαν
ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ Σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ
καὶ ζωοποιῷ Σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν
αἰώνων. Ἀμήν. |
| Ὁ δὲ Διάκονος μετὰ τὸ θυμίαμα,
λαβὼν τὸ ἅγιον Εὐαγγέλιον καὶ προσελθὼν τῷ ἱερεῖ καὶ τὴν κεφαλὴν
ὑποκλίνας, λέγει:
|
| Εὐλόγησον, δέσποτα, τὸν εὐαγγελιστὴν τοῦ ἁγίου
ἐνδόξου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ (Ματθαίου ἢ Μάρκου ἢ Λουκᾶ ἢ
Ἰωάννου).
|
| Ὁ δὲ ἱερεὺς σφραγίζων αὐτόν,
λέγει:
|
| Ὁ Θεός, διὰ πρεσβειῶν τοῦ ἁγίου ἐνδόξου Ἀποστόλου
καὶ Εὐαγγελιστοῦ (δεῖνος) δῴη σοι ῥῆμα τῷ εὐαγγελιζομένῳ δυνάμει
πολλῇ, εἰς ἐκπλήρωσιν τοῦ Εὐαγγελίου τοῦ ἀγαπητοῦ Υἱοῦ Αὐτοῦ,
Κυρίου δὲ ἡμῶν Ἰησοῦ Χριστοῦ. |
|
Ἀμήν.
Ἀμήν. Ἀμήν. Γένοιτό μοι κατὰ τὸ ῥῆμά σου. |
| Εἶτα λαβὼν ἐκ τῶν χειρῶν τοῦ
ἱερέως τὸ ἅγιον Εὐαγγέλιον καὶ προσκυνήσας μετ' εὐλαβείας, αἴρει
αὐτὸ καί, προπορευομένων λαμπάδων, ἀπέρχεται εἰς τὸν Ἄμβωνα, ἐνῷ
ὁ ἱερεύς, μετὰ τὴν ἀνάγνωσιν τοῦ Ἀποστόλου, ἀπὸ τῆς πύλης τοῦ
ἱεροῦ Βήματος ἐκφωνεῖ:
|
| Σοφία. Ὀρθοί, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.
Εἰρήνη πᾶσι. |
|
Καὶ τῷ πνεύματί σου. |
| Ἐκ τοῦ
κατὰ (δεῖνα) ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. |
|
Πρόσχωμεν. |
| Δόξα Σοι,
Κύριε, δόξα Σοι. |
| Εἰρήνη σοι
τῷ εὐαγγελιζομένῳ |
| Εἰρήνη σοι τῷ
εὐαγγελιζομένῳ ὁ δὲ λαὸς ψάλλει ἀργῶς:
|
| Δόξα Σοι, Κύριε, δόξα Σοι. |
| Ἀκολουθεῖ ἡ ἑρμηνεία τῆς
ἀναγνωσθείσης Εὐαγγελικῆς ἢ Ἀποστολικῆς περικοπῆς. |
ΕΚΤΕΝΗΣ ΚΑΙ ΜΕΓΑΛΗ ΕΙΣΟΔΟΣ |
| Εἶτα ὁ διάκονος, σταθεὶς πρὸ τοῦ
ἱεροῦ Βήματος, λέγει τὴν Ἐκτενῆ:
|
| Εἴπωμεν πάντες ἐξ
ὅλης τῆς ψυχῆς καὶ ἐξ ὅλης τῆς διανοίας ἡμῶν, εἴπωμεν. |
| Κύριε ἐλέησον (τρίς). |
| Κύριε, Παντοκράτορ, ὁ Θεὸς τῶν
πατέρων ἡμῶν, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. |
| Κύριε ἐλέησον (τρίς).
|
| Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα
ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. |
| Κύριε ἐλέησον (τρίς). |
| Ἔτι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν καὶ Ὀρθοδόξων χριστιανῶν. |
| Κύριε ἐλέησον (τρίς). |
| Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος). |
| Κύριε ἐλέησον (τρίς). |
| Ἔτι δεόμεθα ὑπὲρ τῶν ἀδελφῶν ἡμῶν τῶν ἱερέων, ἱερομονάχων, ἱεροδιακόνων καὶ μοναχῶν καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. |
| Κύριε ἐλέησον (τρίς). |
| Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλει καὶ ἐνορίᾳ ταύτῃ, τῶν ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τῆς ἱερᾶς Ἐκκλησίας ταύτης. |
| Κύριε ἐλέησον (τρίς). |
| Ἔτι δεόμεθα ὑπὲρ τῶν μακαρίων καὶ ἀειμνήστων κτιτόρων τῆς ἁγίας Ἐκκλησίας (ἢ Μονῆς) ταύτης καὶ ὑπὲρ πάντων τῶν προαναπαυσαμένων πατέρων καὶ ἀδελφῶν ἡμῶν, τῶν ἐνθάδε εὐσεβῶς κειμένων καὶ ἀπανταχοῦ ὀρθοδόξων. |
| Κύριε ἐλέησον (τρίς). |
|